TR EN AR
← جميع الأسماء

Diores

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Διώρης



ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός· Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.

İlyada ·Kitap 17 ·461-480

· · ·



οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο· τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·

İlyada ·Kitap 2 ·621-640

· · ·



χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας· ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.

İlyada ·Kitap 4 ·501-520

· · ·



ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου. ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο· ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ· τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς, ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.

İlyada ·Kitap 17 ·421-440