TR EN AR
← جميع الأسماء

Deukalion

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Δευκαλίων

Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα· ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων, ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων. ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα. καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο, ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν· στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης, ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας. αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών· ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε. τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων· καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο, δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν. ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί· εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ

Odysseia ·Kitap 19 ·181-200

· · ·



ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα; ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων· ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος

Odysseia ·Kitap 19 ·161-180

· · ·



δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ

İlyada ·Kitap 13 ·441-460

· · ·



Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ· ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς

İlyada ·Kitap 20 ·461-480