TR EN AR
← جميع الأسماء

Dardanides

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

11 مقطع · insan
يُعرف بـ

Δαρδανίδης



θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

İlyada ·Kitap 24 ·161-180

· · ·



ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο· δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·

İlyada ·Kitap 7 ·361-380

· · ·



ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.

İlyada ·Kitap 5 ·141-160

· · ·



Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ· Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.

İlyada ·Kitap 11 ·161-180

· · ·



αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ. ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς, ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν

İlyada ·Kitap 24 ·341-360

· · ·



τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται. τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.

İlyada ·Kitap 22 ·341-360

· · ·



Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.

İlyada ·Kitap 24 ·621-640

· · ·



ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

İlyada ·Kitap 3 ·301-320

· · ·



ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι

İlyada ·Kitap 11 ·361-380

· · ·



πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.

İlyada ·Kitap 13 ·361-380