TR EN AR
← جميع الأسماء

Kronosoğlu

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

43 مقطع · insan
يُعرف بـ

Κρονίδης



πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν. ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ, βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν

Odysseia ·Kitap 1 ·81-100

· · ·



σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων, ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ· ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·

İlyada ·Kitap 5 ·401-420

· · ·



εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων· εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.

İlyada ·Kitap 2 ·361-380

· · ·



τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

İlyada ·Kitap 14 ·322-341

· · ·



εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

İlyada ·Kitap 4 ·161-180

· · ·



οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.

İlyada ·Kitap 21 ·561-580

· · ·



ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

Odysseia ·Kitap 9 ·541-560

· · ·

Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο

İlyada ·Kitap 8 ·461-480

· · ·



τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά. ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν

İlyada ·Kitap 18 ·181-200

· · ·



οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός, Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον· ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι· ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα, Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον· Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί· ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,

Odysseia ·Kitap 13 ·21-40

· · ·



αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·

İlyada ·Kitap 9 ·221-240

· · ·



ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς

İlyada ·Kitap 21 ·501-520

· · ·



αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων

İlyada ·Kitap 1 ·481-500

· · ·



ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ. ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

Odysseia ·Kitap 24 ·541-548

· · ·



πίθεσθέ μοι ὡς ἀγορεύω· μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον· οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι· φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα· ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει; ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα; τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;

Odysseia ·Kitap 24 ·461-480

· · ·



ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ· ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι· ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ, δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης. νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει, Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει, αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς, ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς

Odysseia ·Kitap 1 ·41-60

· · ·



ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός, τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους, εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα. ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο, ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα. ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν· τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα, πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης· πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο. σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς, οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις. καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν, κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.

Odysseia ·Kitap 24 ·521-540