…
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
Odysseia
·Kitap 11
·81-100
· · ·
…
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις. ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα· αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο. νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει. Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·
Odysseia
·Kitap 19
·381-400
· · ·
…
τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
İlyada
·Kitap 10
·261-280
· · ·
…
τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι· ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ. τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν· ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι. ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα. ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι· τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,
Odysseia
·Kitap 19
·461-480
· · ·
…
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
Odysseia
·Kitap 19
·421-440
· · ·
…
ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν· ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ, οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
Odysseia
·Kitap 21
·201-220
· · ·
…
τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·
Odysseia
·Kitap 19
·401-420
· · ·
…
ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε· εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις, σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
Odysseia
·Kitap 24
·321-340
· · ·
…
τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς, στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός. τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή· κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες
Odysseia
·Kitap 19
·441-460