…
οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι. οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα. τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
İlyada
·Kitap 5
·501-520
· · ·
…
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
İlyada
·Kitap 9
·525-544
· · ·
…
ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι, πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν; ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ, Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου· πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
İlyada
·Kitap 5
·21-40
· · ·
…
πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,
İlyada
·Kitap 18
·301-320
· · ·
…
ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
İlyada
·Kitap 9
·545-564
· · ·
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης. ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
Odysseia
·Kitap 11
·521-540
· · ·
…
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα· βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει, ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες· οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
Odysseia
·Kitap 8
·281-300
· · ·
…
καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
İlyada
·Kitap 7
·381-400
· · ·
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
İlyada
·Kitap 4
·441-460
· · ·
…
καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
İlyada
·Kitap 19
·41-60
· · ·
…
ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω· μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω. ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
İlyada
·Kitap 8
·521-540
· · ·
…
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
İlyada
·Kitap 20
·61-80
· · ·
…
ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ, ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης, ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι, τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
Odysseia
·Kitap 8
·501-520
· · ·
…
αὐτὰρ Ὀδυσσεὺς μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε, βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων, ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο, ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ· πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
Odysseia
·Kitap 8
·261-280
· · ·
…
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ; τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον· δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
Odysseia
·Kitap 8
·321-340
· · ·
…
ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
Odysseia
·Kitap 14
·201-220
· · ·
…
τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει· αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων, μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
Odysseia
·Kitap 16
·262-281
· · ·
…
βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ· ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει· σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν· Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα, οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος, ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα, ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
Odysseia
·Kitap 8
·301-320
· · ·
…
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος, μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο· ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
Odysseia
·Kitap 8
·101-120