Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν, ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο. Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
İlyada
·Kitap 17
·341-360
…
Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
İlyada
·Kitap 11
·562-581
…
ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
İlyada
·Kitap 11
·582-601