…
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα· τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
İlyada
·Kitap 2
·861-877
· · ·
…
δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα· ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς· ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
İlyada
·Kitap 11
·101-120
· · ·
Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
Odysseia
·Kitap 17
·61-80
· · ·
…
αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
Odysseia
·Kitap 2
·1-20
· · ·
…
τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
İlyada
·Kitap 4
·481-500
· · ·
Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τε βίης Ἡρακληείης. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
İlyada
·Kitap 2
·661-680