TR EN AR
← جميع الأسماء

Amphitrite

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Ἀμφιτρίτη



ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη, εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη· ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς, εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.

Odysseia ·Kitap 5 ·421-440

· · ·



οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν, ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου, αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα, δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη. τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.

Odysseia ·Kitap 12 ·81-100

· · ·



ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα, δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω, ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν. εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων. αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι, ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω, ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν. ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·

Odysseia ·Kitap 12 ·41-60

· · ·



πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν, εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,

Odysseia ·Kitap 3 ·81-100