…
εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
Odysseia
·Kitap 16
·382-401
· · ·
…
εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
Odysseia
·Kitap 18
·381-400
· · ·
…
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει. ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες, ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος· ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες· τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
Odysseia
·Kitap 18
·401-420
· · ·
…
τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
Odysseia
·Kitap 20
·241-260
· · ·
…
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε· τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ· ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
Odysseia
·Kitap 18
·121-140
· · ·
…
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
Odysseia
·Kitap 16
·342-361
· · ·
…
ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
Odysseia
·Kitap 18
·101-120
· · ·
…
εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω· εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια, μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον· κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
Odysseia
·Kitap 16
·402-421
· · ·
…
Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
Odysseia
·Kitap 22
·81-100
· · ·
Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε. τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως, κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο· νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.
Odysseia
·Kitap 18
·421-428