…
ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα· ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν, ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά; ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά, ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν; εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ, ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν; μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον, σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
Odysseia
·Kitap 24
·101-120
· · ·
…
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς, Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε· τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο. αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός. Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
Odysseia
·Kitap 22
·261-280
· · ·
…
ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης· Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
Odysseia
·Kitap 22
·281-300
· · ·
…
τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους· καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη, τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
Odysseia
·Kitap 22
·241-260