…
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
İlyada
·Kitap 14
·322-341
· · ·
…
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος. πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε. καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
İlyada
·Kitap 19
·81-100
· · ·
…
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης· σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί· μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν, τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
Odysseia
·Kitap 2
·101-120
· · ·
…
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς· ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας. αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
İlyada
·Kitap 19
·101-120
· · ·
…
τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
Odysseia
·Kitap 11
·261-280