…
Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν· ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
İlyada
·Kitap 23
·401-420
· · ·
…
τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι· τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
İlyada
·Kitap 23
·281-300
· · ·
…
αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε· λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
İlyada
·Kitap 23
·521-540