TR EN AR
← جميع الأسماء

Aiolos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Αἴολος



ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν, ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν. ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων· ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν. τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ, ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην. ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι. ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον

Odysseia ·Kitap 10 ·41-60

· · ·



νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν. ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες· ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται. πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ

Odysseia ·Kitap 10 ·21-40

· · ·



ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,

Odysseia ·Kitap 23 ·302-321

· · ·

Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη. τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες· ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις. οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι. καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά. μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν. δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·

Odysseia ·Kitap 10 ·1-20