…
τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν, μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς. βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι. αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων. τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο, οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν. ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
Odysseia
·Kitap 4
·521-540
· · ·
…
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
Odysseia
·Kitap 3
·221-240
· · ·
…
ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης, κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο· αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο, κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν, ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
Odysseia
·Kitap 3
·301-320
· · ·
…
αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν· κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων· ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
Odysseia
·Kitap 11
·381-400
· · ·
…
μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα· ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα, ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ, αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα; ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης, ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
Odysseia
·Kitap 24
·81-100
· · ·
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
Odysseia
·Kitap 3
·181-200
· · ·
…
τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος· αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν· καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ, τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη· τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,
Odysseia
·Kitap 4
·501-520
· · ·
…
νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν· ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι. ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες· πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων; ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε; τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
Odysseia
·Kitap 3
·241-260
· · ·
…
ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
Odysseia
·Kitap 1
·21-40
· · ·
…
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον· ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς, ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν· εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος, νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι. αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι. ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
Odysseia
·Kitap 1
·281-300