TR EN AR
← جميع الأسماء

Agkhisiades

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Ἀγχισιάδης



ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι, ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον. ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.

İlyada ·Kitap 20 ·141-160

· · ·



τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι· τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.

İlyada ·Kitap 23 ·281-300

· · ·



αὐτὰρ ὄπισθεν Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον

İlyada ·Kitap 17 ·741-760