TR EN AR
← All Names

İlyas

Yeni Ahit'te şahıslar — kg_varlik (run_id=9)

27 passages · insan
Known as

Ἠλίας · Ἠλίαν · Ἠλίᾳ · Ἠλὶ

καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς ⸂οὐδὲ Ἠλίας οὐδὲ⸃ ὁ προφήτης;

Yuhanna (John) ·Bölüm 1 ·1:25

· · ·

Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·

Yakup (James) ·Bölüm 5 ·5:17

· · ·

Καὶ αὐτὸς ⸀ἦν Ἰησοῦς ⸂ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα⸃, ὢν ⸂υἱός, ὡς ἐνομίζετο⸃, Ἰωσὴφ τοῦ Ἠλὶ

Luka (Luke) ·Bölüm 3 ·3:23

· · ·

καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας πρὸς γυναῖκα χήραν.

Luka (Luke) ·Bölüm 4 ·4:26

· · ·

ἄλλοι ⸀δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι ⸀προφήτης ὡς εἷς τῶν προφητῶν.

Markos (Mark) ·Bölüm 6 ·6:15

· · ·



ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ ⸀Ἰσραήλ;

Romalılar (Romans) ·Bölüm 11 ·11:2

· · ·

οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντες⸃ ⸀ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ⸂ὅτι εἷς⸃ τῶν προφητῶν.

Markos (Mark) ·Bölüm 8 ·8:28

· · ·

καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς⸃, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.

Markos (Mark) ·Bölüm 9 ·9:5

· · ·

καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;

Markos (Mark) ·Bölüm 9 ·9:11

· · ·

ὁ δὲ ⸀ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ;

Markos (Mark) ·Bölüm 9 ·9:12

· · ·

ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.

Markos (Mark) ·Bölüm 9 ·9:13

· · ·

οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.

Luka (Luke) ·Bölüm 9 ·9:19

· · ·

οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.

Matta (Matthew) ·Bölüm 16 ·16:14

· · ·

ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν⸃.

Matta (Matthew) ·Bölüm 17 ·17:4

· · ·

καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;

Matta (Matthew) ·Bölüm 17 ·17:10

· · ·

λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν.

Matta (Matthew) ·Bölüm 17 ·17:12

· · ·

δραμὼν δέ ⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.

Markos (Mark) ·Bölüm 15 ·15:36

· · ·

περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ⸃ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;

Matta (Matthew) ·Bölüm 27 ·27:46