TR EN AR
← جميع الأسماء

Meryem

Yeni Ahit'te şahıslar — kg_varlik (run_id=9)

21 مقطع · insan
يُعرف بـ

Μαρία · Μαρίας · Μαρίᾳ

Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος χριστός.

Matta (Matthew) ·Bölüm 1 ·1:16

· · ·

Τοῦ δὲ ⸀Ἰησοῦ χριστοῦ ἡ ⸀γένεσις οὕτως ἦν. ⸀μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.

Matta (Matthew) ·Bölüm 1 ·1:18

· · ·

καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.

Matta (Matthew) ·Bölüm 2 ·2:11

· · ·

καὶ ἐγένετο ὡς ἤκουσεν ⸂τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ⸃, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ,

Luka (Luke) ·Bölüm 1 ·1:41

· · ·

οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς ⸀τῆς Μαρίας ⸂καὶ ἀδελφὸς⸃ Ἰακώβου καὶ ⸀Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.

Markos (Mark) ·Bölüm 6 ·6:3

· · ·

καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,

Luka (Luke) ·Bölüm 8 ·8:2

· · ·

Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν ⸀τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.

Elçilerin İşleri (Acts) ·Bölüm 12 ·12:12

· · ·

Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.

Yuhanna (John) ·Bölüm 11 ·11:1

· · ·

ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· ⸀Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.

Yuhanna (John) ·Bölüm 11 ·11:20

· · ·

Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,

Markos (Mark) ·Bölüm 15 ·15:40

· · ·

Καὶ διαγενομένου τοῦ σαββάτου ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ τοῦ⸃ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.

Markos (Mark) ·Bölüm 16 ·16:1

· · ·

⟦Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ⸀παρ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.

Markos (Mark) ·Bölüm 16 ·16:9

· · ·

Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.

Yuhanna (John) ·Bölüm 19 ·19:25

· · ·

Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.

Yuhanna (John) ·Bölüm 20 ·20:1

· · ·

Μαρία δὲ εἱστήκει πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσα⸃. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον,

Yuhanna (John) ·Bölüm 20 ·20:11

· · ·

ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

Matta (Matthew) ·Bölüm 27 ·27:56

· · ·

Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.

Matta (Matthew) ·Bölüm 28 ·28:1

· · ·

ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.

Luka (Luke) ·Bölüm 24 ·24:10