TR EN AR
← Tüm İsimler

Lukios

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

3 pasaj · topluluk
Bu isimler geçer

Λύκιος



χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς; ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.

İlyada ·Kitap 12 ·401-420

· · ·



Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου

İlyada ·Kitap 16 ·681-700

· · ·



ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ

İlyada ·Kitap 5 ·481-500