TR EN AR
← جميع الأسماء

Tritogeneia

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

4 مقطع · topluluk
يُعرف بـ

Τριτογένεια



ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς· θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.

İlyada ·Kitap 8 ·21-40

· · ·



τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς. ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας· τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί. ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν· οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·

İlyada ·Kitap 22 ·181-200

· · ·



οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς· Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,

Odysseia ·Kitap 3 ·361-380

· · ·



χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας· ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.

İlyada ·Kitap 4 ·501-520