TR EN AR
← جميع الأسماء

Taphioi

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

5 مقطع · topluluk
يُعرف بـ

Τάφιοι



εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι· ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ· ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι, κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο· ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε. τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη· ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται. τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν

Odysseia ·Kitap 15 ·421-440

· · ·



βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα, στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί· κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς

Odysseia ·Kitap 1 ·101-120

· · ·



μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης. ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει; οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο· οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.

Odysseia ·Kitap 1 ·401-420

· · ·



τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε, οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει, ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι, σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος· πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων

Odysseia ·Kitap 14 ·441-460

· · ·



νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους, ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι. ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι, σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς, ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα. αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ

Odysseia ·Kitap 1 ·181-200