TR EN AR
← جميع الأسماء

Kentauros

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

3 مقطع · topluluk
يُعرف بـ

Κένταυρος



ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί· οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο· ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ

Odysseia ·Kitap 21 ·281-300

· · ·



οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως; ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.

İlyada ·Kitap 11 ·822-841

· · ·



ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·

Odysseia ·Kitap 21 ·301-320