TR EN AR
← جميع الأسماء

Aithiops

Kavimler ve topluluklar — kg_varlik (run_id=6)

5 مقطع · topluluk
يُعرف بـ

Αἰθίοψ



ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην, ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ. παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν

İlyada ·Kitap 23 ·201-220

· · ·



τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος, καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει. ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος. ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται; δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,

Odysseia ·Kitap 5 ·281-300

· · ·



ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,

Odysseia ·Kitap 1 ·21-40

· · ·



ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ, ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς

İlyada ·Kitap 1 ·421-440

· · ·



ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος, ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο· ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων

Odysseia ·Kitap 4 ·81-100