TR EN AR
← جميع الأسماء

Phronios

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Φρόνιος



καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα· αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας, οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός, τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,

Odysseia ·Kitap 4 ·641-660

· · ·

Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει. ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι. στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο· ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε, πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα. οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,

Odysseia ·Kitap 2 ·381-400

· · ·



οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον· σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν· Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί, ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος; νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.

Odysseia ·Kitap 4 ·621-640