…
πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας. τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς· τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν· οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες, εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν, τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν; ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι, δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν· οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
Odysseia
·Kitap 12
·101-120
· · ·
…
αὐτὰρ ἐπʼ αὐτῷ ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς· τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων, ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς, τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι· ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι, μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
Odysseia
·Kitap 12
·421-440
· · ·
…
ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι· αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν· ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
Odysseia
·Kitap 12
·221-240
· · ·
…
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον· τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι· οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
Odysseia
·Kitap 12
·241-260
· · ·
ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
Odysseia
·Kitap 23
·322-341
· · ·
…
ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι. Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω; ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
Odysseia
·Kitap 12
·441-453