TR EN AR
← جميع الأسماء

Beytsayda

Yeni Ahit coğrafyası — kg_varlik (run_id=9)

7 مقطع · yer
يُعرف بـ

Βηθσαϊδά · Βηθσαϊδάν · Βηθσαϊδὰ

Καὶ ⸀εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν ⸂εἰς τὸ πέραν⸃ πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ⸀ἀπολύει τὸν ὄχλον.

Markos (Mark) ·Bölüm 6 ·6:45

· · ·

Καὶ ⸀ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.

Markos (Mark) ·Bölüm 8 ·8:22

· · ·

Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.

Matta (Matthew) ·Bölüm 11 ·11:21

· · ·

Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά⸃.

Luka (Luke) ·Bölüm 9 ·9:10

· · ·

Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι μετενόησαν.

Luka (Luke) ·Bölüm 10 ·10:13

· · ·

οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.

Yuhanna (John) ·Bölüm 12 ·12:21